Το Ευαγγελικό Ανάγνωσμα
Εἶπεν ὁ Κύριος· ῎Ανθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. ᾿Εγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον ᾿Αβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ ᾿Αβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ ᾿Αβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ᾿Ερωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ ᾿Αβραάμ· ῎Εχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. ῾Ο δὲ εἶπεν· Οὐχί, πάτερ ᾿Αβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Απόδοση:
Εἶπε ὁ Κύριος· «Κάποιος ἄνθρωπος ἦταν πλούσιος, φοροῦσε πολυτελὴ ροῦχα καὶ τὸ τραπέζι του κάθε μέρα ἦταν λαμπρό. Κάποιος φτωχὸς ὅμως, ποὺ τὸν ἔλεγαν Λάζαρο, ἦταν πεσμένος κοντὰ στὴν πόρτα τοῦ σπιτιοῦ τοῦ πλουσίου, γεμάτος πληγές, καὶ προσπαθοῦσε νὰ χορτάσει ἀπὸ τὰ ψίχουλα ποὺ ἔπεφταν ἀπὸ τὸ τραπέζι τοῦ πλουσίου. ῎Ερχονταν καὶ τὰ σκυλιὰ καὶ τοῦ ἔγλειφαν τὶς πληγές. Κάποτε πέθανε ὁ φτωχός, καὶ οἱ ἄγγελοι τὸν πῆγαν κοντὰ στὸν ᾿Αβραάμ. Πέθανε κι ὁ πλούσιος καὶ τὸν ἔθαψαν. Στὸν ἅδη ποὺ ἦταν καὶ βασανιζόταν, σήκωσε τὰ μάτια του καὶ εἶδε ἀπὸ μακριὰ τὸν ᾿Αβραὰμ καὶ κοντά του τὸν Λάζαρο. Τότε φώναξε ὁ πλούσιος καὶ εἶπε· “πατέρα μου ᾿Αβραάμ, σπλαχνίσου με καὶ στεῖλε τὸν Λάζαρο νὰ βρέξει μὲ νερὸ τὴν ἄκρη τοῦ δάχτυλού του καὶ νὰ μοῦ δροσίσει τὴ γλώσσα, γιατὶ ὑποφέρω μέσα σ’ αὐτὴ τὴ φωτιά”. ᾿Ο ᾿Αβραὰμ ὅμως τοῦ ἀπάντησε· “παιδί μου, θυμήσου ὅτι ἐσὺ ἀπόλαυσες τὴν εὐτυχία στὴ ζωή σου, ὅπως κι ὁ Λάζαρος τὴ δυστυχία. Τώρα λοιπὸν αὐτὸς χαίρεται ἐδῶ, κι ἐσὺ ὑποφέρεις. Κι ἐκτὸς ἀπ’ ὅλα αὐτά, ὑπάρχει ἀνάμεσά μας μεγάλο χάσμα, ὥστε αὐτοὶ ποὺ θέλουν νὰ διαβοῦν ἀπὸ ᾿δῶ σ’ ἐσᾶς νὰ μὴν μποροῦν· οὔτε οἱ ἀπὸ κεῖ μποροῦν νὰ περάσουν σ’ ἐμᾶς”. Εἶπε πάλι ὁ πλούσιος· “τότε σὲ παρακαλῶ, πατέρα, στεῖλε τον στὸ σπίτι τοῦ πατέρα μου, νὰ προειδοποιήσει τοὺς πέντε ἀδελφούς μου, ὥστε νὰ μὴν ἔρθουν κι ἐκεῖνοι σ’ αὐτὸν ἐδῶ τὸν τόπο τῶν βασάνων”. ῾Ο ᾿Αβραάμ τοῦ λέει· “ἔχουν τὰ λόγια τοῦ Μωυσῆ καὶ τῶν προφητῶν· ἂς ὑπακούσουν σ’ αὐτά”. “῎Οχι, πατέρα μου ᾿Αβραάμ”, τοῦ λέει ἐκεῖνος, «δὲν ἀρκεῖ· ἀλλὰ ἂν κάποιος ἀπὸ τοὺς νεκροὺς πάει σ’ αὐτούς, θὰ μετανοήσουν”. Τοῦ λέει τότε ὁ ᾿Αβραάμ· “ἂν δὲν ὑπακοῦνε στὰ λόγια τοῦ Μωυσῆ καὶ τῶν προφητῶν, ἀκόμη κι ἂν ἀναστηθεῖ κάποιος ἀπὸ τοὺς νεκρούς, δέν πρόκειται νὰ πεισθοῦν”».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου