ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ - Η ΠΟΛΗ ΤΗΣ ΖΩΗΣ ΜΟΥ

Βασιλεύουσα, Νέα Ρώμη, Βυζάντιο, Επτάλοφος… Πόσες λέξεις – πόσα προσωνύμια κρύβονται μέσα στην έννοια της Πόλης! Της Κωνσταντινούπολης.

Σάββατο 1 Φεβρουαρίου 2014

ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 2-2-2014 (ΕΟΡΤΗΣ ΥΠΑΠΑΝΤΗΣ)

Τῷ καιρῷ εκείνω, ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.
Απόδοση στη νεοελληνική: 
Τον καιρό εκείνο, ὅταν συμπληρώθηκαν οἱ ἡμέρες τοῦ καθαρισμοῦ, σύμφωνα πρὸς τὸν Μωσαϊκὸν νόμον, ἔφεραν τὸν Ἱησοῦν εἰς τὰ Ἱεροσόλυμα, διὰ νὰ τὸν παρουσιάσουν εἰς τὸν Κύριον, ὅπως εἶναι γραμμένο εἰς τὸν νόμον τοῦ Κυρίου, ὅτι Κάθε ἀρσενικὸν ποὺ ἀνοίγει μήτραν, πρέπει νὰ θεωρηθῇ ὡς ἀφιερωμένον εἰς τὸν Κύριον καὶ νὰ προσφέρουν θυσίαν, σύμφωνα πρὸς ἐκεῖνο ποὺ λέγει ὁ νόμος τοῦ Κυρίου: Ἕνα ζεῦγος τρυγόνια ἢ δύο μικρὰ περιστέρια.
Ὑπῆρχε εἰς τὰ Ἱεροσόλυμα ἄνθρωπος ποὺ ὠνομάζετο Συμεών, καὶ ὁ ἄνθρωπος αὐτὸς ἦτο δίκαιος καὶ εὐλαβὴς καὶ ἐπερίμενε τὴν παρηγορίαν τοῦ Ἰσραὴλ καὶ Πνεῦμα Ἅγιον ἦτο ἐπάνω του. Καὶ τοῦ εἶχε προφητευθῆ ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον ὅτι δὲν θὰ ἰδῇ θάνατον πρὶν ἰδῇ τὸν Χριστὸν τοῦ Κυρίου. Καὶ ἦλθε κατ’ ἔμπνευσιν τοὺ Πνεύματος εἰς τὸν ναόν. Καὶ ὅταν οἱ γονεῖς ἔφεραν τὸ παιδὶ Ἰησοῦν διὰ νὰ ἐκτελέσουν δι’ αὐτὸν τὰ ἔθιμα τοῦ νόμου, αὐτὸς τότε τὸ ἐδέχθηκε στὴν ἀγκαλιά του καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε: «Τώρα ἀπολύεις, Δέσποτα, τὸν δοῦλον σου ἐν εἰρήνῃ σύμφωνα μὲ τὸν λόγον σου, διότι εἶδα μὲ τὰ μάτια μου τὴν σωτηρίαν σου ποὺ ἐτοίμασες δι’ ὅλους τοὺς λαούς, ἕνα φῶς ποὺ θὰ εἶναι ἀποκάλυψις διὰ τοὺς ἐθνικοὺς καὶ δόξα διὰ τὸν λαόν σου τὸν Ἰσραήλ».
Καὶ ἐθαύμαζαν ὁ Ἰωσὴφ καὶ ἡ μητέρα του γιὰ ὅσα ἐλέγοντο δι’ αὐτόν. Καὶ ὁ Συμεὼν τοὺς εὐλόγησε καὶ εἶπε εἰς τὴν Μαριάμ, τὴν μητέρα του, «Αὐτὸς εἶναι προωρισμένος διὰ τὴν πτῶσιν καὶ ἀνύψωσιν πολλῶν μεταξὺ τοῦ Ἰσραὴλ καὶ ὡς σημεῖον διὰ τὸ ὁποῖον θὰ ὑπάρχῃ ἀντιλογία, διὰ νὰ φανερωθοῦν αἱ σκέψεις πολλῶν καρδιῶν, καὶ τὴν ἰδικήν σου ψυχὴν ἐπίσης θὰ διαπεράσῃ ρομφαῖα».
Ἐκεῖ ἦτο κάποια προφῆτις Ἄννα, θυγατέρα τοῦ Φανουήλ, ἀπὸ τὴν φυλὴν τοῦ Ἀσήρ. Ἦτο πολὺ προχωρημένης ἡλικίας, καὶ εἶχε ζήσει ἑπτὰ χρόνια μὲ τὸν ἄνδρα της μετὰ τὸν γάμον της καὶ κατόπιν ὡς χήρα μέχρι ἠλικίας ὀγδόντα τεσσάρων ἐτῶν. Δὲν ἀπεμακρύνετο ἀπὸ τὸν ναὸν ἀλλὰ ἐλάτρευε τὸν Θεὸν μὲ νηστείας καὶ προσευχὰς νύχτα καὶ ἡμέραν. Κατ’ ἐκείνην ἀκριβῶς τὴν ὥραν παρουσιάσθηκε καὶ δοξολογοῦσε τὸν Θεὸν καὶ μιλοῦσε διὰ τὸ παιδὶ εἰς ὅλους, ὅσοι ἀνέμεναν λύτρωσιν τῆς Ἱερουσαλήμ.
Καὶ ὅταν ἔκαναν ὅλα, ὅσα ὥριζε ὁ νόμος τοῦ Κυρίου, ἐγύρισαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν τους Ναζαρέτ. Τὸ δὲ παιδὶ ἐμεγάλωνε καὶ ἐδυνάμωνε κατὰ τὸ πνεῦμα ἐπειδὴ ἐγέμιζε ἀπὸ σοφίαν καὶ ἡ χάρις τοῦ Θεοῦ ἦτο ἐπάνω του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου