ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ - Η ΠΟΛΗ ΤΗΣ ΖΩΗΣ ΜΟΥ

Βασιλεύουσα, Νέα Ρώμη, Βυζάντιο, Επτάλοφος… Πόσες λέξεις – πόσα προσωνύμια κρύβονται μέσα στην έννοια της Πόλης! Της Κωνσταντινούπολης.

Κυριακή 7 Ιουνίου 2015

ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 7 ΙΟΥΝΙΟΥ 2015

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 7 ΙΟΥΝΙΟΥ 2015

Τῶν Ἁγίων Πάντων: Ματθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπρο­­­­σ­­θεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν ­οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνή­­­σομαι αὐτὸν κἀ­γὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέ­ρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ­ἀκολου­θεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰ­­­­δοὺ ἡ­­μεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑ­­μεῖς ἐπὶ δώδεκα θρόνους ­κρίνον­τες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώ­νι­­­­­ον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου